Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.205 Dem. 21.208 (English) >>Dem. 21.211

21.207μὴ γὰρ ἔστω μηδεὶς ἐν δημοκρατίᾳ τηλικοῦτος, ὥστε συνειπὼν τὸν μὲν ὑβρίσθαι, τὸν δὲ μὴ δοῦναι δίκην ποιῆσαι. ἀλλʼ εἰ κακῶς ἐμὲ βούλει ποιεῖν, Εὔβουλε, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκ οἶδʼ ἀνθʼ ὅτου, δύνασαι μὲν καὶ πολιτεύει, κατὰ τοὺς νόμους δʼ ἥντινα βούλει παρʼ ἐμοῦ δίκην λάμβανε, ὧν δʼ ἐγὼ παρὰ τοὺς νόμους ὑβρίσθην, μή μʼ ἀφαιροῦ τὴν τιμωρίαν. εἰ δʼ ἀπορεῖς ἐκείνως με κακῶς ποιῆσαι, εἴη ἂν καὶ τοῦτο σημεῖον τῆς ἐμῆς ἐπιεικείας, εἰ τοὺς ἄλλους ῥᾳδίως κρίνων ἐμὲ μηδὲν ἔχεις ἐφʼ ὅτῳ τοῦτο ποιήσεις.

21.208πέπυσμαι τοίνυν καὶ Φιλιππίδην καὶ Μνησαρχίδην καὶ Διότιμον τὸν Εὐωνυμέα καὶ τοιούτους τινὰς πλουσίους καὶ τριηράρχους ἐξαιτήσεσθαι καὶ λιπαρήσειν παρʼ ὑμῶν αὐτόν, αὑτοῖς ἀξιοῦντας δοθῆναι τὴν χάριν ταύτην. περὶ ὧν οὐδὲν ἂν εἴποιμι πρὸς ὑμᾶς φλαῦρον ἐγώ (καὶ γὰρ ἂν μαινοίμηνἀλλʼ θεωρεῖν ὑμᾶς, ὅταν οὗτοι δέωνται, δεῖ καὶ λογίζεσθαι, ταῦτʼ ἐρῶ. 21.209ἐνθυμεῖσθʼ, ἄνδρες δικασταί, εἰ γένοιντο ( μὴ γένοιτʼ οὐδʼ ἔσται) οὗτοι κύριοι τῆς πολιτείας μετὰ Μειδίου καὶ τῶν ὁμοίων τούτῳ, καί τις ὑμῶν τῶν πολλῶν καὶ δημοτικῶν ἁμαρτὼν εἴς τινα τούτων, μὴ τοιαῦθʼ οἷα Μειδίας εἰς ἐμέ, ἀλλʼ ὁτιοῦν ἄλλο, εἰς δικαστήριον εἰσίοι πεπληρωμένον ἐκ τούτων, τίνος συγγνώμης τίνος λόγου τυχεῖν ἂν οἴεσθε; ταχύ γʼ ἂν χαρίσαιντο, οὐ γάρ; δεηθέντι τῳ τῶν πολλῶν πρόσσχοιεν, ἀλλʼ οὐκ ἂν εὐθέως εἴποιεντὸν δὲ βάσκανον, τὸν δʼ ὄλεθρον, τοῦτον δʼ ὑβρίζειν, ἀναπνεῖν δέ; ὃν εἴ τις ἐᾷ ζῆν, ἀγαπᾶν δεῖ;”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.205 Dem. 21.208 (English) >>Dem. 21.211

Powered by PhiloLogic